Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 2
Athanasius Alexandrinus, Epistula ad Afros 2.5
Not analysed yet
ἡ μὲν γὰρ διὰ τὴν ἀρειανὴν αἵρεσιν καὶ διὰ τὸ πάσχα συνήχθη, ἐπειδὴ οἱ κατὰ Συρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν διεφώνουν πρὸς ἡμᾶς καὶ τῷ καιρῷ, ἐν ᾧ ποιοῦσιν οἱ Ἰουδαῖοι, ἐποίουν καὶ αὐτοί. ἀλλὰ χάρις τῷ κυρίῳ, ὥσπερ περὶ τῆς πίστεως οὕτω καὶ περὶ τῆς ἁγίας ἑορτῆς γέγονε συμφωνία. καὶ τοῦτο ἦν τὸ αἴτιον τῆς ἐν Νικαίᾳ συνόδου· αἱ δὲ μετὰ ταύτην ὑπὲρ Ἀρείου μέν, κατὰ δὲ τῆς οἰκουμενικῆς συνόδου ἐπενοήθησαν.