Ancient Greek · ~4 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 5
Athanasius Alexandrinus, Epistula ad Afros 5.4
Not analysed yet
τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ἐξ οὐκ ὄντων καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν υἱόν καὶ ἦν ποτε ὅτε οὐκ ἦν καὶ ὅτι τρεπτῆς ἐστι φύσεως, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας γράψαι, ὅτι τε ἐκ τοῦ θεοῦ ὁ υἱὸς φύσει μονογενής ἐστιν, λόγος, δύναμις, σοφία μόνη τοῦ πατρός, θεὸς ἀληθινὸς ὡς εἶπεν ὁ Ἰωάννης καὶ ὡς ἔγραψεν ὁ Παῦλος ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως ,οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι διελάλουν ἀλλήλοις· συνθώμεθα. καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· εἷς γὰρ θεός, ἐξ οὗ τὰ πάντα καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινά. τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ . ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν· πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι.