Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 5
Athanasius Alexandrinus, Epistula ad Afros 5.5
Not analysed yet
ἀλλ’ οἱ ἐπίσκοποι θεωρήσαντες τὴν πανουργίαν ἐκείνων καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ θεοῦ καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱόν, ἵνα τὰ μὲν κτίσματα διὰ τὸ μὴ ἀφ’ ἑαυτῶν χωρὶς αἰτίου εἶναι ἀλλὰ ἀρχὴν ἔχειν τοῦ γενέσθαι λέγηται ἐκ τοῦ θεοῦ, ὁ δὲ υἱὸς μόνος ἴδιος τῆς τοῦ πατρὸς οὐσίας· τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ λόγου πρὸς πατέρα.