Ancient Greek · ~4 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 5
Athanasius Alexandrinus, Epistula ad Afros 5.6
Not analysed yet
καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη, πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας λογίους, εἴπερ λέγοιεν τὸν υἱὸν οὐ κτίσμα ἀλλὰ δύναμιν, σοφίαν μόνην τοῦ πατρὸς καὶ εἰκόνα ἀίδιον ἀπαράλλακτον κατὰ πάντα τοῦ πατρὸς καὶ θεὸν ἀληθινόν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις ὅτι· καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς καὶ εἰκὼν καὶ δόξα θεοῦ λεγόμεθα καὶ περὶ ἡμῶν εἴρηται· ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες καὶ δυνάμεις πολλαί εἰσι· καὶ ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου . ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύναμις μεγάλη · καὶ κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. ἀλλὰ γὰρ καὶ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ θεοῦ ἔχομεν οὐχ ἁπλῶς, ἀλλ’ ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. εἰ δὲ καὶ θεὸν ἀληθινὸν λέγουσι τὸν υἱόν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ ἀληθινός ἐστιν.