Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 6
Athanasius Alexandrinus, Epistula ad Afros 6.1
Not analysed yet
Αὕτη τῶν Ἀρειανῶν ἡ ἐφθαρμένη διάνοια. ἀλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι θεωρήσαντες ἐκείνων τὸ δόλιον συνήγαγον ἐκ τῶν γραφῶν τὸ ἀπαύγασμα τήν τε πηγὴν καὶ τὸν ποταμὸν καὶ τὸν χαρακτῆρα πρὸς τὴν ὑπόστασιν καὶ τὸ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς καὶ τὸ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ λευκότερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν· τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν.