Ancient Greek · ~4 min
6.2 to 6.4
Athanasius Alexandrinus, Epistula ad Afros 6.2-4
Not analysed yet
καὶ ὁ γογγυσμὸς δὲ αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται παρ’ αὐτῶν μάταιος· ἐξ ἀγράφων ἀσεβήσαντες –ἄγραφα δὲ τὸ ἐξ οὐκ ὄντων καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν –αἰτιῶνται, ὅτι ἐξ ἀγράφων μετ’ εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν. αὐτοὶ μὲν ὡς ἐκ κοπρίας ὄντες ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς, οἱ δὲ ἐπίσκοποι οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις ἀλλ’ ἐκ πατέρων ἔχοντες τὴν μαρτυρίαν οὕτως ἔγραψαν. ἐπίσκοποι γὰρ ἀρχαῖοι πρὸ αὐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα τῆς μεγάλης Ῥώμης καὶ τῆς ἡμετέρας πόλεως γράφοντες ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν υἱὸν καὶ μὴ ὁμοούσιον τῷ πατρί. καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας πρότερον μὲν συντρέχων τῇ ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ ἔγραψε τοῖς ἰδίοις διαβεβαιούμενος, ὅτι καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνόματι.