Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 7
Athanasius Alexandrinus, Epistula ad Afros 7.1
Not analysed yet
Τί οὖν ἔτι τὴν Ἀρίμηνον ὀνομάζουσιν, ἐν ᾗ καθῃρέθησαν; τί παραιτοῦνται τὴν ἐν Νικαίᾳ σύνοδον, ἐν ᾗ καὶ οἱ πατέρες αὐτῶν ὑπέγραψαν καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί; τί περιτρέχουσιν; οὐ γὰρ πρὸς μόνους τοὺς ἐν Νικαίᾳ ἐπισκόπους συνελθόντας, ἀλλὰ γὰρ καὶ πρὸς τοὺς πρὸ αὐτῶν μεγάλους ἐπισκόπους καὶ πρὸς τοὺς ἰδίους λοιπὸν μάχονται. τίνων οὖν εἰσι κληρονόμοι καὶ διάδοχοι; πῶς δύνανται λέγειν παιτέρας τούτους, ὧν οὐκ ἀποδέχονται τὴν ὁμολογίαν τὴν καλῶς καὶ ἀποστολικῶς γραφεῖσαν;