Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 7
Athanasius Alexandrinus, Epistula ad Afros 7.2
Not analysed yet
ἐπεὶ εἰ νομίζουσιν ἀντιλέγειν δύνασθαι, εἰπάτωσαν, μᾶλλον δὲ ἀποκρινάσθωσαν, ἵνα καὶ ἑαυτοῖς περιπίπτοντες ἐλεγχθῶσιν, εἰ πιστεύουσι λέγοντι τῷ υἱῷ· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα ; ναί, εἴποιεν ἄν, ἐπειδὴ γέγραπται, πιστεύομεν. ἀλλὰ καὶ πῶς ἕν εἰσι καὶ πῶς ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα ,ἐὰν ἐρωτηθῶσιν εἰπεῖν, πάντως που φήσουσι· δι’ ὁμοιότητα, εἰ μὴ τέλεον συμπεπτώκασι τοῖς ἀδελφὰ φρονοῦσιν αὐτοῖς καὶ λεγομένοις Ἀνομοίοις.