Ancient Greek
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 7
Athanasius Alexandrinus, Epistula ad Afros 7.3
Not analysed yet
ἀλλ’ ἐὰν πάλιν ἐρωτηθῶσι πῶς ὅμοιος, ἀποθρασυνόμενοι φήσουσιν· ἀρετῇ τελείᾳ καὶ συμφωνίᾳ τῷ τὸ αὐτὸ θέλειν τῷ πατρὶ καὶ μὴ θέλειν ὅπερ ὁ πατὴρ οὐ θέλει. ἀλλὰ μαθέτωσαν, ὅτι ὁ ἐξ ἀρετῆς καὶ τοῦ θέλειν ὁμοιούμενος τῷ θεῷ ἔχει μὲν καὶ τοῦ τρέπεσθαι τὴν προαίρεσιν. οὐκ ἔστι δὲ οὕτως ὁ λόγος, εἰ μὴ ἄρα ἐκ μέρους καὶ καθ’ ἡμᾶς ὅμοιος, ὅτι μὴ καὶ κατ’ οὐσίαν ὅμοιός ἐστι. ταῦτα δὲ ἴδια ἡμῶν τῶν γενητῶν καὶ κτιστὴν ἐχόντων τὴν φύσιν.