Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 7
Athanasius Alexandrinus, Epistula ad Afros 7.4
Not analysed yet
καὶ γὰρ καὶ ἡμεῖς καίτοι μὴ δυνάμενοι ὅμοιοι κατ’ οὐσίαν τοῦ θεοῦ γενέσθαι, ὅμως ἐξ ἀρετῆς βελτιούμενοι μιμούμεθα τὸν θεὸν χαρισαμένου καὶ τοῦτο τοῦ κυρίου καὶ λέγοντος· γίνεσθε οἰκτίρμονες, ὡς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί · καὶ γίνεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι . τρεπτὰ δὲ τὰ γενητὰ οὐκ ἄν τις ἀρνήσαιτο ἀγγέλων μὲν παραβάντων, τοῦ δὲ Ἀδὰμ παρακούσαντος καὶ πάντων δεομένων τῆς τοῦ λόγου χάριτος.