Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 7
Athanasius Alexandrinus, Epistula ad Afros 7.5
Not analysed yet
τρεπτὸν δὲ ἀτρέπτου οὐκ ἂν εἴη ὅμοιον, ὥσπερ οὐδὲ τὸ κτισθὲν τοῦ κτίσαντος. διὰ τοῦτο περὶ μὲν ἡμῶν σκοπῶν ὁ ἅγιος ἔλεγεν· ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; καὶ τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε; –θεοὺς λέγων τοὺς κτισθέντας μέν, μετόχους δὲ γενομένους τοῦ λόγου, ὡς αὐτὸς εἶπεν· εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. –τὰ δὲ μετέχοντα οὐκ ἂν εἴη τὰ αὐτὰ οὐδὲ ὅμοια τοῦ μετεχομένου. περὶ ἑαυτοῦ γοῦν ἔλεγεν· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν ὡς τῶν γενητῶν μὴ ὄντων οὕτως.