Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 7
Athanasius Alexandrinus, Epistula ad Afros 7.6
Not analysed yet
ἐπεὶ ἀποκρινάσθωσαν οἱ τὴν Ἀρίμηνον προτείνοντες, εἰ κτιστὴ οὐσία δύναται εἰπεῖν· ἃ βλέπω τὸν πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ. ποιούμενα γάρ ἐστι τὰ γενητὰ καὶ οὐ ποιοῦντα· εἰ δὲ μή γε, καὶ ἑαυτὰ ἐποίησαν. ἀμέλει εἰ, ὡς λέγουσι, κτίσμα ἐστὶν ὁ υἱὸς καὶ ποιεῖ αὐτὸν ὁ πατήρ, πάντως ἂν ἐποίησε καὶ ἑαυτὸν ὁ υἱὸς δυνάμενος ποιεῖν ἃ ποιεῖ ὁ πατήρ, ὡς εἶπεν αὐτός. ἀλλ’ ἄτοπον καὶ λίαν ἀσύστατόν ἐστι τὸ τοιοῦτον· ποιεῖν γὰρ ἑαυτὸν οὐδεὶς δύναται.