Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 8
Athanasius Alexandrinus, Epistula ad Afros 8.1
Not analysed yet
Πάλιν δὲ εἰπάτωσαν, εἰ δύναται τὰ γενητὰ εἰπεῖν· πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν ; ἔχει δὲ τὸ κτίζειν, τὸ δημιουργεῖν, τὸ ἀίδιον, τὸ εἶναι παντοκράτωρ, τὸ ἄτρεπτον. τὰ δὲ γενητὰ οὐ δύναται ἔχειν τὸ δημιουργεῖν, κτιστὰ γάρ ἐστιν, οὐδὲ τὸ ἀίδιον, ἀρχὴν γὰρ ἔχει τοῦ εἶναι, οὐδὲ τὸ παντοκράτωρ καὶ ἄτρεπτον, κρατούμενα γὰρ καὶ τρεπτῆς φύσεώς ἐστιν ὥσπερ αἱ γραφαὶ λέγουσιν.