Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 8
Athanasius Alexandrinus, Epistula ad Afros 8.2
Not analysed yet
οὐκοῦν εἰ ταῦτα τοῦ υἱοῦ ἐστιν, οὐκ ἐξ ἀρετῆς, ὡς εἶπον, ἀλλὰ τῆς οὐσίας αὐτοῦ ἐστι· δηλονότι, ὡς εἶπεν ἡ σύνοδος, οὐκ ἐξ ἄλλης οὐσίας ἐστὶν ἀλλὰ τῆς τοῦ πατρός, ἧς ἐστι καὶ ταῦτα ἴδια. τὸ δὲ τῆς τοῦ πατρὸς οὐσίας ἴδιον καὶ ἐξ αὐτῆς γέννημα, τί ἂν εἴη ἢ πῶς ἄν τις ὀνομάσειεν αὐτὸ ἢ ὁμοούσιον; ἃ γὰρ βλέπει τις ἐν τῷ πατρί, ταῦτα βλέπει καὶ ἐν τῷ υἱῷ· υἱῷ δὲ οὐκ ἐκ μετουσίας, ἀλλὰ κατ’ οὐσίαν. καὶ τοῦτό ἐστιν· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα .