Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 8
Athanasius Alexandrinus, Epistula ad Afros 8.3
Not analysed yet
ἄλλως τε καὶ ἐκ τούτου πάλιν καλὸν δεικνύναι τὴν ἀφροσύνην αὐτῶν. εἰ ἐξ ἀρετῆς, ᾗ ἕπεται τὸ θέλειν καὶ τὸ μὴ θέλειν καὶ τρόπων βελτίωσις, ὅμοιος καθ’ ὑμᾶς ὁ υἱός ἐστι τῷ πατρί –ταῦτα δὲ ποιότητος ἴδια –,δηλονότι σύνθετον τὸν θεὸν ἐκ ποιότητος καὶ οὐσίας λέγετε. καὶ τίς ὑμῶν ἀνέξεται ταῦτα λεγόντων; οὐ γὰρ σύνθετος ὁ θεὸς ὁ τὰ πάντα εἰς τὸ εἶναι συντεθεικὼς οὐδὲ τοιοῦτος οἷά ἐστι τὰ παρ’ αὐτοῦ διὰ τοῦ λόγου γενόμενα. μὴ γένοιτο· ἁπλῆ γάρ ἐστιν οὐσία, ἐν ᾗ οὐκ ἔνι ποιότης οὐδέ, ὡς εἶπεν ὁ Ἰάκωβος, παραλλαγή τις ἢ τροπῆς ἀποσκίασμα .