Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 8
Athanasius Alexandrinus, Epistula ad Afros 8.4
Not analysed yet
οὐκοῦν εἰ δείκνυται οὐκ ἐξ ἀρετῆς –οὐ γὰρ ποιότης ἐν τῷ θεῷ οὔτε ἐν τῷ υἱῷ –,δηλονότι τῆς οὐσίας ἴδιος ἂν εἴη. καὶ τοῦτο πάντως ὁμολογήσετε, εἰ μὴ τέλεον τὸ νοεῖν ἀπώλετο ἐν ὑμῖν. τὸ δὲ ἴδιον καὶ ταὐτὸν τῇ τοῦ θεοῦ οὐσίᾳ καὶ ἐξ αὐτῆς γέννημα φύσει τυγχάνον τί ἂν εἴη ἢ πάλιν καὶ κατὰ τοῦτο ὁμοούσιον τῷ γεννήσαντι; τοῦτο γὰρ υἱοῦ πρὸς πατέρα γνώρισμα. καὶ ὁ μὴ τοῦτο λέγων, οὐ φρονεῖ φύσει καὶ ἀληθῶς υἱὸν εἶναι τὸν λόγον.