Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 9
Athanasius Alexandrinus, Epistula ad Afros 9.1
Not analysed yet
Οὕτω νοήσαντες οἱ πατέρες ἔγραψαν ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ ἀνεθεμάτισαν τοὺς λέγοντας ἐξ ἑτέρας ὑποστάσεως εἶναι τὸν υἱὸν οὐχ ἑαυτοῖς πλασάμενοι λέξεις, ἀλλὰ καὶ αὐτοὶ ἀπὸ τῶν πρὸ αὐτῶν πατέρων μαθόντες, καθάπερ εἴπομεν. τούτων δὲ οὕτω δεικνυμένων περιττὴ αὐτῶν ἡ Ἀρίμηνος, περιττὴ καὶ ἡ ἄλλη παρ’ αὐτῶν ὀνομαζομένη περὶ πίστεως σύνοδος. ἀρκεῖ γὰρ ἡ ἐν Νικαίᾳ σύμφωνος οὖσα καὶ τοῖς ἀρχαίοις ἐπισκόποις, ἐν ᾗ καὶ οἱ πατέρες αὐτῶν ὑπέγραψαν, οὓς αἰδεῖσθαι τούτους ἔπρεπεν, ἵνα μὴ πάντα μᾶλλον ἢ Χριστιανοὶ νομισθῶσιν.