Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας πρὸς τοὺς ἐν τῇ Ἀφρικῇ ἐπισκόπους, Chapter 9
Athanasius Alexandrinus, Epistula ad Afros 9.2
Not analysed yet
εἰ δὲ καὶ μετὰ τοσαῦτα μετὰ τὴν μαρτυρίαν τῶν ἀρχαίων ἐπισκόπων καὶ μετὰ τὴν ὑπογραφὴν τῶν ἰδίων πατέρων προσποιοῦνται ὡς ἀγνοοῦντες τὴν λέξιν φοβεῖσθαι τοῦ ὁμοουσίου, εἰπάτωσαν καὶ φρονείτωσαν ἁπλούστερον μὲν τὸν υἱὸν φύσει καὶ ἀληθῶς υἱόν, ἀναθεματισάτωσαν δέ, ὡς παρήγγειλεν ἡ σύνοδος, τοὺς λέγοντας κτίσμα ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων ἢ ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ ὅτι ἄτρεπτος καὶ ἀναλλοίωτός ἐστι καὶ οὐκ ἐξ ἑτέρας ὑποστάσεως, καὶ οὕτω φευγέτωσαν ἀπὸ τῆς ἀρειανῆς αἱρέσεως. καὶ θαρροῦμεν, ὅτι γνησίως ταῦτα ἀναθεματίζοντες ὁμολογοῦσιν εὐθὺς ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί.