Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 1
Athanasius Alexandrinus, Epistula ad Dracontium 1.1
Not analysed yet
Ἀπορῶ τί γράψω. ἆρα γὰρ ὡς παραιτούμενον μέμψομαί σε ἢ ὡς τὸν καιρὸν ὁρῶντα καὶ κρυπτόμενον διὰ τὸν φόβον τῶν Ἰουδαίων ; πλὴν εἴτε ἄλλως εἴτε οὕτως ἄξιον μέμψεως τὸ παρὰ σοῦ γεγενημένον, ἀγαπητὲ Δρακόντιε. οὐ γὰρ ἔπρεπε λαβόντα σε τὴν χάριν κρύπτεσθαι οὐδὲ φρόνιμον ὄντα διδόναι τοῖς ἄλλοις προφάσεις φυγῆς. πολλοὶ γὰρ ἀκούσαντες σκανδαλίζονται, οὐχ ὡς ἁπλῶς τοῦτό σου ποιοῦντος, ἀλλὰ συνορῶντος τὸν καιρὸν καὶ τὰς ἐπικειμένας θλίψεις τῇ ἐκκλησίᾳ.