Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 1
Athanasius Alexandrinus, Epistula ad Dracontium 1.2
Not analysed yet
καὶ φοβοῦμαι, μὴ διὰ σαυτὸν φεύγων δι’ ἄλλους εὑρεθῇς κινδυνεύων παρὰ τῷ κυρίῳ. εἰ γὰρ ὁ ἕνα τῶν μικρῶν σκανδαλίζων ἕλοιτ’ ἂν μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ κρεμασθῆναι καὶ καταποντισθῆναι ,τί ἂν πάθοις σὺ τοσούτοις γινόμενος σκάνδαλον;