Ancient Greek · ~4 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 3
Athanasius Alexandrinus, Epistula ad Dracontium 3
Not analysed yet
Παρακαλῶ φεῖσαι σεαυτοῦ καὶ ἡμῶν· σαυτοῦ μέν, ἵνα μὴ κινδυνεύσῃς, ἡμῶν δέ, ἵνα μὴ λυπηθῶμεν ἐπὶ σοί. φρόντιζε τῆς ἐκκλησίας, ἵνα μὴ διὰ σὲ πολλοὶ τῶν μικρῶν βλαβῶσι καὶ οἱ ἄλλοι δὲ πρόφασιν λάβωσιν εἰς τὸ ἀναχωρεῖν. εἰ μὲν οὖν τὸν καιρὸν ἐφοβήθης καὶ καταπτήξας τοῦτο ἐποίησας, οὐκ ἀνδρικὸν τὸ φρόνημα. ἔδει γὰρ τὸν κατὰ Χριστὸν ζῆλον ἐν τοῖς τοιούτοις ἐπιδείκνυσθαι καὶ μᾶλλον ἐν ταῖς περιστάσεσι παρρησιάζεσθαι λέγειν τε τὰ τοῦ μακαρίου Παύλου ῥήματα· ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν ,καὶ μάλιστα ὅτι οὐ πρέπει τῷ καιρῷ δουλεύειν, ἀλλὰ τῷ κυρίῳ. εἰ δὲ τῶν ἐκκλησιῶν ἡ διάταξις οὐκ ἀρέσκει σοι οὐδὲ νομίζεις τὸ τῆς ἐπισκοπῆς λειτούργημα μισθὸν ἔχειν, ἀλλὰ καὶ καταφρονεῖν τοῦ ταῦτα διαταξαμένου σωτῆρος πεποίηκας σαυτόν, παρακαλῶ, μὴ τοιαῦτα λογίζου μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων. οὐ γὰρ ἄξια Δρακοντίου ταῦτα. ἃ γὰρ ὁ κύριος διὰ τῶν ἀποστόλων τετύπωκε, ταῦτα καλὰ καὶ βέβαια μένει· ἡ δὲ τῶν ἀδελφῶν δειλία παύσεται.