Ancient Greek
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Dracontium 4.1
Not analysed yet
Εἰ γὰρ τὸν αὐτὸν νοῦν εἶχον πάντες οἷον νῦν ἔχουσιν οἱ συμβουλεύοντές σοι, πῶς ἂν ἐγένου σὺ Χριστιανὸς ἐπισκόπων μὴ ὄντων; ἐὰν δὲ καὶ οἱ μεθ’ ἡμᾶς ἀναλάβωσι τὸν τοιοῦτον νοῦν, πῶς ἂν συστῆναι δυνήσονται αἱ ἐκκλησίαι; ἢ νομίζουσιν οἱ συμβουλεύοντές σοι μηδὲν εἰληφέναι σε ὅτι καταφρονοῦσιν; ἀλλὰ καὶ τοῦτο ψευδῶς.