Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Dracontium 4.2
Not analysed yet
ὥρα γὰρ αὐτοὺς νομίζειν μηδὲν εἶναι μηδὲ τὴν τοῦ λουτροῦ χάριν, ἐάν τινες τούτου καταφρονῶσιν. ἀλλ’ εἴληφας, ὦ ἀγαπητὲ Δρακόντιε· μὴ ἀνέχου τῶν συμβουλευόντων σοι μηδὲ ἀπάτα σαυτόν. ἀπαιτηθήσῃ γὰρ τοῦτο παρὰ τοῦ δεδωκότος θεοῦ. ἢ οὐκ ἤκουσας τοῦ ἀποστόλου λέγοντος· μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος ; ἢ οὐκ ἀνέγνως, πῶς μὲν τὸν διπλάσαντα ἀποδέχεται, τὸν δὲ κρύψαντα κατεδίκασε; γένοιτο δὲ ταχέως ἐπανελθεῖν σε, ἵνα καὶ σὺ τῶν ἐπαινουμένων γένῃ·