Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον, Chapter 4
Athanasius Alexandrinus, Epistula ad Dracontium 4.3
Not analysed yet
ἢ εἰπέ, τίνος σε θέλουσιν εἶναι μιμητὴν οἱ συμβουλεύοντές σοι; δεῖ γὰρ ἡμᾶς κατὰ σκοπὸν τῶν ἁγίων καὶ τῶν πατέρων πολιτεύεσθαι καὶ τούτους μιμεῖσθαι, εἰδέναι δὲ ὅτι τούτων ἀφιστάμενοι ἀλλότριοι καὶ τῆς τούτων κοινωνίας γινόμεθα.