Ancient Greek
3 to 4
Athanasius Alexandrinus, Epistula ad Ioannem et Antiochum 3-4
Not analysed yet
πάνυ δὲ τεθαύμακα τὴν θρασύτητα τῶν τολμώντων λαλεῖν κατὰ τοῦ ἀγαπητοῦ ἡμῶν, τοῦ ἀληθῶς θεοῦ δούλου Βασιλείου τοῦ ἐπισκόπου. ἐκ γὰρ τῆς τοιαύτης φλυαρίας ἐλέγχεσθαι δυνήσονται ὡς οὐδὲ τῶν πατέρων ἀγαπῶντες τὴν ὁμολογίαν. προσαγορεύετε τοὺς ἀδελφούς. προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοί. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι υἱοί.