Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἰωάννην καὶ Ἀντίοχον
Athanasius Alexandrinus, Epistula ad Ioannem et Antiochum 2
Not analysed yet
ἀλλὰ περὶ μὲν τούτων παραγγελλέτω ὁ ἀπόστολος μὴ προσέχειν τοῖς λογομαχοῦσι καὶ μηδὲν ἕτερον ζητοῦσιν ἢ λέγειν τι καινὸν καὶ ἀκούειν. ὑμεῖς δὲ ἔχοντες τὸν θεμέλιον ἀσφαλῆ ,ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν, καὶ τὴν τῶν πατέρων περὶ τῆς ἀληθείας ὁμολογίαν τοὺς πλέον τι ταύτης ἢ ἔλαττον λαλεῖν θέλοντας ἀποστρέφεσθε καὶ μᾶλλον τῆς τῶν ἀδελφῶν ὠφελείας γίνεσθε, εἰς τὸ φοβεῖσθαι τὸν θεὸν καὶ τὰς ἐντολὰς τηρεῖν, ἵνα καὶ ἐκ τῆς διδασκαλίας τῶν πατέρων καὶ ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως δυνηθῶσιν εὐάρεστοι τῷ κυρίῳ φανῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.