Ancient Greek
Page 79
Athanasius Alexandrinus, Epistula ad Rufinianum 79
Not analysed yet
πιθανῶς λέγειν, διὰ τὸ καὶ προφασίζεσθαι αὐτοὺς τὸν Ἀαρών, τὸν Μωσέως ἀδελφόν, ἐν τῇ ἐρήμῳ συνδραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει, ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁ λαὸς ὑποστρέψας εἰς Αἴγυπτον ἐπιμείνῃ τῇ εἰδωλολατρείᾳ· καὶ γὰρ ἦν φαινόμενον εὔλογον, ὅτι μένοντες μὲν ἐν τῇ ἐρήμῳ δύνανται παύσασθαι τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον ἐπετρίβοντο καὶ ηὔξανον ἐν αὐτοῖς τὴν ἀσέβειαν. Τούτου τοίνυν ἕνεκα σύγγνωστον πρὸς τὸν κλῆρον γέγονε. Τοῖς δὲ ἀπατηθεῖσι καὶ βίαν παθοῦσι συγγνώμη δίδοται. Ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶ θαρρῶν, ὅτι καὶ τὰ δόξαντα ὑποδέξεταί σου ἡ θεοσέβεια, καὶ οὐ καταγνώσεται ἐκκεχειρίας τῶν συνελθόντων οὕτω. Καταξίωσον δὲ αὐτὰ ἀναγνῶναι τῷ ἱερατείῳ καὶ τῷ λαῷ τῷ ὑπὸ σέ, ἵνα καὶ αὐτοὶ γινώσκοντες μὴ μέμφωνται οὕτω σὲ διακείμενον περὶ τοὺς τοιούτους· ἀπρεπὲς γὰρ ἦν ἐμὲ γράφειν, δυναμένης τῆς σῆς εὐλαβείας καὶ τὴν ἡμῶν περὶ αὐτοὺς διάθεσιν ἀπαγ-