Ancient Greek
Page 80
Athanasius Alexandrinus, Epistula ad Rufinianum 80
Not analysed yet
γεῖλαι καὶ πάντα τὰ λείποντα ἀποπληρῶσαι. Χάρις τῷ κυρίῳ τῷ πληρώσαντί σε ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Οἱ μὲν οὖν μετανοοῦντες φανερῶς ἀναθεματιζέτωσαν ὀνομάζοντες Εὐδοξίου καὶ Εὐζωΐου τὴν κακοπιστίαν· αὐτοὶ γὰρ λοιπὸν βλασφημοῦντες αὐτὸν κτίσμα, ἀπεγράψαντο τῆς ἀρειανῆς αἱρέσεως προστάται· ὁμολογείτωσαν δὲ τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ μηδεμίαν ἄλλην σύνοδον προκρίνειν ταύτης τῆς συνόδου. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν κυρίῳ προσαγορεύει.