Ancient Greek
434.1
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 434.1
Unproofread scanNot analysed yet
χίμων τὴν συντυχίαν· μηδενὶ τούτων συνοικήσῃς· ἄλλα γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παρατοῦ. "Ἄνδρες εἰρηνικοὶ ἀδελφοί, καὶ πνευματικοὶ πατέρες ἅγιοι, ἔστωσαν φίλοι σοι. Μὴ μετὰ περισπωμένων συναλλαξῇς, μηδὲ συμπόνους ἔχῃς μετ' αὐτῶν· μήποτε σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἐλκύσωσι, καὶ τῆς κατὰ τὴν ἁγνίαν ἐπιστήμης ἀπαγάγῃσιν. Ἐὰν δὲ τις τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευομένων, ἐλθὼν πρὸς σέ, ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλῃς ὑπάγειν, ὕπαγε μὲν, τάχιν δὲ ἐν τῷ κελλίῳ σου ὑπόστρεφε. Εἰ δυνατόν, ἔκτὸς τοῦ κελλίου σου μὴ κοιμηθῇς· ἔξω· ἵνα διὰ παντὸς σοι παραμένη ἡ τῆς ἁγνίας χάρις, καὶ τῆς ἐν αὐτῇ προθέσεως ἀνεμπόδιστον ἔξῃς τὴν λατρείαν. Μὴ γίνου ἐπιθυμητῆς βρωμάτων καλῶν· ἡ γὰρ σπαταλῶσα ψυχή, ζῶσα τέθνηκε. Μὴ χορτάσῃς τὴν κοιλίαν σου βρώματα διάφορα, ἵνα μὴ πλῆθος σοι τούτων γένηται, καὶ περὶ τραπέζης ἐμποισῇ σε τὸν πόδον. Εἴρηται γὰρ μὴ ἀπαίσταδι χορτασία κοιλίας. Ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον, παραιτοῦ. Ἔστιν ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβή, ἀφαιρεῖται τὴν χάριν, σκοτίζει τὸ φρόνημα, μαραίνει τὸν πόδον.