Ancient Greek
434.2
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 434.2
Unproofread scanNot analysed yet
#ΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ ΚΑΣΤΟΡΑ ΤΟΝ ΜΑΚΑΡΙΩΤΑΤΟΝ ΠΕΡΙ ΤΩΝ ΚΑΝΟΝΙΚΩΝ ΤΩΝ ΚΟΙΝΟΒΙΩΝ ΔΙΑΤΑΓΜΩΝ (37). Ἐπειδὴ μοι προσέταξας, μακαριώτατε πάτερ Κάστορ, γνωρίσαι σοι τὰς κανονικὰς διατυπώσεις τῶν κοινοβίων τῶν ἀντολικῶν, καὶ μάλιστα τῶν Αἰγυπτίων, ὧν αὐτόπτης γέγονα· εἶξας ἐγὼ τῇ ὑμετέρᾳ χλῃύσει, τοῦτον ὡς ἐν ὀλίγῳ τὸν λόγον ὑμῖν ἀπέστειλα· ἵνα ἔχωσιν ἐκδιδόν πρὸς ἀρετὴν τὸ συνειλεγμένον σὺν Θεῷ ἐν τῷ νέῳ σου μοναστηρίῳ, τοὺς τῶν μακαρίων ἀνδρῶν κανόνας τε καὶ ἄλλους. Ἄναγκαῖον τοίνυν πρὸ πάντων περὶ προσευχῆς τῆς πάντων αἰτίας τῶν ἀγαθῶν διηγήσασθαι, ὅπως τε, καὶ μετὰ πάσης τῆς καταστάσεως ἐν τοῖς κατὰ τὴν Αἰγυπτον μάλιστα καὶ Θηβαίδα κοινοβίοις ταύτην ἐπι-