Ancient Greek
438.1
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 438.1
Unproofread scanNot analysed yet
καριμοῦται, πάρειχον ἑαυτὸν καὶ ξένον ἔχον ὅλου τοῦ κόσμου, καὶ δοῦλον ἑαυτὸν μᾶλλον καὶ ὑπηρέτην τῶν ἀδελφῶν λογιζόμενος, ἥπερ δεσπότην οἱουδήποτε γήινου πράγματος. Εἰ δὲ τις κλάδα σκεδὸς οἰονδήποτε, ἢ ἀπολέσας, ἐξομολογεῖται τῷ ἀδελφῷ τῆς ἰδίας ἀθλιμίας τὸ πταίσμα, καὶ οὕτω μετὰ ταπεινοφροσύνης μετανοίας λαμβάνει συγχώρησιν. Ὅστις δὲ πρὸς τι ἔργον μετακληθεὶς, ἢ πρὸς σύναξιν, καταφρονήσας βραδύτερον ἀπαντήσῃ, ἢ σκληρότερον, ἢ προπτετέρερον ἀποκριθῇ, ἢ ἀμελέστερον, ἢ ὑπογυγνὼν τὸ προσταχθὲν ποιήσῃ, ἢ τὴν ἀνάγνωσιν τοῦ ἔργου καὶ τῆς ὑπακοῆς προτιμήσας, τὰ προσταχθέντα αὐτῷ ἔργα βραδύτερον ἐκτελέσῃ, ἢ ἀπολυσθεὶς τῆς συναξέως μὴ ταχέως πρὸς τὸ ἔργον αὐτοῦ ἀναδράμῃ, ἢ τινὸς ἀναγκαίας ἐκτὸς ἀδελφῶν χρείας ὁμιλήσῃ, ἢ διόλου μετὰ παρήρσιας κατάσχῃ τὴν χεῖρα, ἢ συγγενεῖν συντυχῇ χωρὶς τοῦ ἀδελφῶν αὐτοῦ ἐπιτροπῆς καὶ εὐλογίας, ἢ ἐπιστολὴν παρὰ τινὸς δέξεται, ἢ τι ἀντιγράψαι ἄνευ τοῦ ἀδελφῶν ἐπιχειρήσῃ, ἢ τι τῶν ὁμοίων τούτοις πλημμελήσῃ, τοιούτῳ ἐπιτιμίῳ ὑποβάλλεται· Συνηγμένων τῶν ἀδελφῶν ἐν τῇ συναξεί, βήσας ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ ἐξομολογούμενος, συγχώρησιν αἰτεῖ τοῦ ἰδίου σφάλματος. Τὰ δὲ παχύτερα τούτων πταίσματα εἰ τις εὐρεθῇ πράττων, ἀνὰ ἕστι καταφρόνησις, ἀντιλογία μετὰ ὑπεροφάνειας, ἢ ἐκ τοῦ μοναστηρίου πρόδοσις ἐκτὸς ἐπιτροπῆς τοῦ ἀδελφῶν, ἢ πρὸς γυναῖκα συντυχία, ἢ ὀργή, ἢ μάχη, ἢ ἔχθρα, ἢ μνησικακία, ἢ φιλαργυρία, ἥτις ἐστὶ λέπρα ψυχῆς, ἢ κτῆσις οἱουδήποτε πράγματος ἐκτὸς τῶν διδομένων παρὰ τοῦ ἀδελφῶν, ἢ τροφὴς ἄνευ εὐλογίας κλεψιμαῖω τρόπῳ γινόμενης, καὶ τὰ τούτων παραπλήσια, οὐ τῷ προειρημένῳ ἐπιτιμίῳ ὑποβάλλεται, ἀλλὰ σφοδρότερον, καὶ μείζονι. Καὶ εἰ μὴ διορθωθῇ, ἐκβάλλεται τοῦ μοναστηρίου.