Ancient Greek
438.2
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 438.2
Unproofread scanNot analysed yet
7. Τὸ δὲ ἀνάγνωσιν ἐπιτελεῖσθαι ἐν τισὶ κοινοβίοις κατὰ τὸν καιρὸν τῆς ἐστιασίας, οὐκ ἀπὸ τοῦ κανόνος τῶν Αἰγυπτίων, ἀλλὰ ἀπὸ τῶν Καππαδοκῶν, οἵτινες, οὐ πνευματικῆς ἐνεκεν τοσοῦτον γυμνασίας, ὅσον ἡσυχίας χάριν τῆς περὶ τὰς ὁμιλίας, τὸ τοσοῦτον διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἄνixa εἰς τοσοῦτον πλήθος πολυαριθμητῶν τῶν ἀδελφῶν κατὰ τὸν καιρὸν τῆς συναξέως τῆς τραπέζης αὐτῶν, ὅσην σχεδὸν ἐν ἄλλοις μὴ εὑρίσκεσθαι, οὕτως ὡς μὴ τολμᾶν βρῆθαι τινα παρεκτὸς τοῦ ἀρχηγῆ τῆς τραπέζης, ὅστις, εἰ τινὸς χρεία γένηται, κρούσματι μᾶλλον ἢ φωνῇ τούτο σημαίνει. Καὶ τὰ κουκούλια ἕως κάτω τῶν βλεφάρων φοροῦσιν οὗτοι, ἵνα μὴ, ῥεμβοῦς τοὺς ὀφθαλμοὺς ἔχοντες, περιεργότερον ἀλλήλοις ἐνορώσι· τῇ δὲ τραπέζῃ μόνον, καὶ τῇ τοῦ τρέφοντος θεοῦ εὐχαριστίᾳ ἐνατενίζουσι. Μεγάλη δὲ ἐστὶ φυλακὴ παρ’ αὐτοῖς, ὡς μηδεὶς αὐτῶν ἐξωθεν τῆς τραπέζης τροφῆς μεταλάβῃ.