Ancient Greek
439.4
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 439.4
Unproofread scanNot analysed yet
9. Γεγόνε τις Πατὴρ Μούδιος ὀνόματι. Οὗτος ἐπιποθῶν ἀποτάξασθαι τῷ κόσμῳ, παραγενόμενος· ἐν κοινοβίῳ, ἐπιπολὴ πρὸ τῶν θυρῶν τοῦ μοναστηρίου ἐχαρτέρησεν, ὥς ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνηθῆ κανόνα τοῦ κοινοβίου ἐδέχθη. Καὶ δὲ μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις ἔργοις παρεδεδόκει, ἀλλὰ καὶ κατὰ τὴν τοῦ κελλίου συνοίκησιν διεχωρίσθησαν, ὅπως τῇ ἀπ’ ἀλλήλων διαζεύξει κατὰ μικρὸν τῆς πρὸς ἀλλήλους φυσικῆς προσπαθείας ἀπαλλαγῶσιν· ἧς χάριτι Χριστοῦ διὰ τῆς πολλῆς γυμνασίας ὁ πατὴρ ἠλευθερώθη. Καὶ ποτὲ πρὸς βάσανον καὶ δοκιμὴν τῆς αὐτοῦ ἀρετῆς προεποιήσατο ὁ ἀδελφὸς μετ’ ὀργῆς ἀγανακτεῖν πρὸς τὸν παῖδα, καὶ προσταξείν τῷ εἰρημένῳ πατρὶ αὐτοῦ λαβεῖν αὐτὸν καὶ ρίψαι εἰς τὸν ποταμόν. Τότε ἐκεῖνος, ὡς ἂν ὑπὸ Θεοῦ προσταχθεὶς βατάσας αὐτοῦ τὸν παῖδα, δρομαῖος ἐπὶ τὴν ὀχθὴν τοῦ ποταμοῦ παραγίνεται, καὶ σπεύδων πληρῶσαι τὸ πρόσταγμα πίπτει διαπτύρως καὶ θερμότητι τῆς ὑπακοῆς, ἐκωλύθη ὑπὸ τῶν ἀδελφῶν, ἐπιβιασάντων καὶ ἀρπασάντων τὸν παῖδα. Τοσοῦτον οὖν παρὰ Θεοῦ ἡ πίστις τοῦτο καὶ ἡ ὑπακοὴ προσεδέχθη, ὡς ἀποκαλυφθῆναι τῷ ἀδελφῷ ἐκ τοῦ Θεοῦ, ὅτι τὸ ἔργον τοῦ Ἀβραὰμ οὕτως ἐποίησεν. Μετ’ ὀλίγον δὲ χρόνον ὁ εἰρημένος ἀδελφὸς τοῦ κοινοβίου τελευτῶν, τοῦτον διάδοχον αὐτοῦ κατέλιπεν.