Ancient Greek
440.2
Athanasius Alexandrinus, Epistulae Ad Castorem [Sp.] 440.2
Unproofread scanNot analysed yet
10. Ἄλλον ἐγνώμεν ἀδελφὸν ἀποταξάμενον, ὅς καὶ κατὰ τὸν κόσμον μέγας ὑπῆρχε (καὶ γὰρ ὁ Πατὴρ αὐτοῦ χώμης ἐστρατεύετο καὶ πλούσιος εὐτύχανε), καὶ ἐν ἀναγκώμασι σπουδαίως οὐ μετρίως ἦν γεγυμνασμένος. Οὗτος οὖν καταλιπὼς τὴν κοσμικὴν περιφάνειαν, πρὸς τὸν μονήρη βίον ὤρμησε, καὶ δὴ πρὸς δοκιμὴν τῆς αὐτοῦ πίστεως καὶ ταπεινώσεως προστάξεσθαι ὑπὸ τοῦ ἀδελφῶν δεκα στυριβίδας βατάσθαι, καὶ ἐν τῇ πόλει τῇ ἰδίᾳ πωλῆσαι, καὶ μὴ πάσας ὁμοῦ ἀλλὰ κατὰ μίαν αὐτὰς πωλεῖν· ὅπερ ἐκεῖνος μετὰ πάσης ὑπομονῆς καὶ ταπεινώσεως ἐπλήρωσεν, ὑποθεὶς τὰς στυριβίδας τοῖς ὀμοῖς, καὶ αὐτὰς κατὰ μίαν πωλήσας, μὴ λογισάμενος τὴν εὐτέλειαν τοῦ πράγματος, καὶ τοῦ γένους τὴν λαμπρότητα, καὶ τῆς πράξεως τὴν δοκοῦσαν ἀτιμίαν. Ἐσπουδάσας γὰρ νώσεως.