Ancient Greek
640.2 to 642.3
Athanasius Alexandrinus, Fragmenta Varia 640.2-642.3
Unproofread scanNot analysed yet
'Αθανάσιος μὲν ἐν τῇ προλεχθείσῃ πρὸς Εὐψύχιον ἐπιστολῇ, ἥς ἡ ἀρχή· 'Εφ' οἷς μὲν ψήφισας ἡμᾶς, εὐλαβέσθαι, μὴθ' ἑτέρα φραῖ· Κοινὸς ὁ τῶν προβάτων καρπός· τοῦτο δὲ τὸ νωτιαίων θέρος, τὸ ἔριον εἰς τῶ ἀσυχούσῳ, Ἐν ἀρχῇ γὰρ πλάσας ὁ Θεὸς τὸν ἄνθρωπον, ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον καὶ θέλησιν αὐτεξούσιον · καθὼς, inquit, φησὶν ὁ ἱερὸς Ἀθανάσιος (48) Εἶτα ὁ ἐν βίῳ καὶ λόγῳ περιδείπτος; (49), καὶ τῆς τοῦ Θεοῦ Ἐκκλησίας θεμέλιος Ἀθανάσιος τάδε φησὶ περὶ τῶν ἐν Κυρίῳ νεκρῶν · ὅτιπερ διὰ τοῦτο τοὺς σωζομένους ὁ Θεὸς σκεχάρισται, τὸ μέχρι τῆς κοινῆς ἀναστάσεως, ψυχικῶς ἀλλήλοις συνείναι καὶ συνευφραίνεσθαι, ἀπεκδοχὴν ἔχοντες τῶν μελλόντων αὐτοῖς ἀποκληροῦσθαι θείων δωρεῶν. "Ὅτι κἂν εἰς ἀστέρα ὁ ἐν εὐσεβείᾳ τελειωθείς κατατεθῇ, μὴ ἀπαναίνοι ἔλαιον καὶ κηρούς, Χριστὸν τὸν Θεὸν ἐπικαλεσάμενος, ἐν τῷ τάφῳ προσάφαι. Δεχτέα γὰρ ταῦτα τῷ Θεῷ, καὶ πολλὴν ἐξ αὐτοῦ φέροντα τὴν ἀντίδοσιν. Τὸ γὰρ ἔλαιον καὶ ὁ κηρὸς ὁλοκαυτώσις. Ἡ δὲ γε ἀναίμακτος θυσία ἐξιλασμός. Ἡ δὲ πρὸς τοὺς πέντας εὐποιΐα προσθήκη πάσης ἀγαθῆς ἀντιδόσεως.