Ancient Greek
643.1
Athanasius Alexandrinus, Fragmenta Varia 643.1
Unproofread scanNot analysed yet
ΑΘΑΝΑΣΙΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΚ ΤΗΣ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΥ, Περὶ τῶν ἐννέα ἀνιάτων παθῶν τῆς τοῦ Ἡρῴδου τελευτῆς Τελευτησαντος Ἡρῴδου, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἔφθη τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύθη εἰς τὴν Ἰσραήλ· τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ἦσαν δὲ οἱ ζητοῦντες θανατῶσαι τὸν Ἰησοῦν οἱ περὶ τὸν Ἡρῴδην τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ Ἀντίπαρον. Ἀπέθανε δὲ ὁ μὲν Ἀντίπαρος, ἐν ρομφαία διαπαρεὶς ἐν τῇ φυλακή, ἀπελεγχθεὶς φαρμακὸς καὶ ἐπίβουλος τῶν ἰδίων ἀδελφῶν, Ἀλεξάνδρου καὶ Ἀριστοβούλου· ὁ δὲ Ἡρῴδης καὶ αὐτὸς καταστρέφει τὸν βίον, τοῦ σώματος αὐτῷ διαμερισθέντος εἰς διάφορα καὶ ποικίλα πάθη. Α’, πυρετὸς γὰρ ἦν αὐτῷ χαμίνου ἐνεργέστερος· Β’, κνησιμὸς τε ἀφόρητος τῆς ἐπιφανείας ὅλης· Γ’, τῶν ἔνδος συνεχεῖς ἀλγηδόνες· Δ’, περὶ τοὺς πόδας ὡς ὑδρωπιώντος οἰδήματα· Ε’, τοῦ ἥτρου φλεγμονὴ ὑπέροχος· Στ’, διὰ τοῦ μέλους τῆς αἰσχύνης σηπεδὼν γεννώσα σκώληκας· Ζ’, πρὸς τούτοις ὀρθόπνοια· Ἡ’ δύσπνοια· Θ’, καὶ σπασμοὶ πάντων τῶν μελῶν. Καὶ εἰς τὰ πάθη τὸν ἀριθμὸν ἐννέα. Πυρετὸς μὲν ἦν ἐπ’ αὐτῷ χαμίνου ἐνεργέστερος, ἐπειδὴ ἐξεκαίετο τοῖς πάθεσιν εἰς τὴν ἀδέμιτον πρᾶξιν τῆς μοιχείας. Ὁ δὲ κνησιμὸς ἦν ἐπ’ αὐτῷ ἀφόρητος, διὰ τὸ πείθεσθαι πρὸς τὸν τῶν κνηθόμενων διδασκάλων τὴν ἄκοην πρὸς ἀπάτην. Τῶν ἔνδος δὲ τὰς συνεχεῖς ἀλγηδόνας, ἐπεὶ οὐκ ἐψάλлен· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἔντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Περὶ δὲ τοὺς πόδας οἰδήματα ὑδρωπιώντος, ἐπειδὴ ἐξουθένη τὸ καθαρὸν καὶ ἀθάλιον ὕδωρ τῆς ἀλλομένης πηγῆς εἰς ζωὴν αἰώνιον. Τοῦ δὲ ἥτρου ἡ ὑπέροχος φλεγμονή, διὰ τὸ μὴ ὑπάρχειν αὐτὸν ἐν τῷ τοῦ θυμοῦ φλεγμονῇ κρατηθῆναι, καὶ ἀνελέημον εἰς τοὺς ὑποχείριους. Τὸ δὲ τῆς αἰσχύνης αὐτοῦ μέλος ἐγένετο σκώληκας, ἐπειδὴ ἐν τῇ ἀκολασίᾳ ἐξήλω τοὺς θηλυμανεῖς ἵππους. Ἡ δὲ ὀρθόπνοια αὐτὸν κατεῖχε διὰ τὸ μὴ ὀρθρίζειν αὐτὸν εἰς προσκύνησιν τοῦ δόντος αὐτῷ Κυρίῳ τὸ βασιλικὸν ἄξιωμα. Ἡ δὲ δύσπνοια, ἐπεὶ οὐκ ἐπνεε ἐν τῷ μύρῳ τῆς ἀγάπης, ἀλλὰ τῆς δυσωδίας τοῦ ἀνιχνύτου πολέμου. Πάντα δὲ τὰ μέλη αὐτοῦ ἐσπώντο, διὰ τὸ καὶ αὐτὸν πάντα τὰ παιδία σπάσαι τὰ ὄντα ἐν Βηθλέεμ. Ὁ δὲ μέτρον μετρεῖται τις, τοῦτω ἀντιμετρεῖται οὐρανόθεν δικαίως. Δι’ ὧν δὲ καὶ τις