Ancient Greek
650.2
Athanasius Alexandrinus, Fragmenta Varia 650.2
Unproofread scanNot analysed yet
2. Τὸ ἐγείρεσθαι ἐκ νεκρῶν ἄνθρωπος, ἤν, ἢ Θεός; Ἐρμηνεύει Πέτρος ὁ ἀπόστολος, ἡμῶν μᾶλλον γινώσκων, καὶ λέγει· Καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον· ὁ δὲ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ εἰς μνημεῖον τεθέν, ἐνταφιασθὲν τε ὑπὸ Ἰωσὴφ τοῦ Ἀριμαθαίας, αὐτὸ ἤγειρεν ὁ Λόγος λέγων· Ἀνίστατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 'Ὁ γὰρ πάντας τοὺς νεκροὺς ζωοποιεῖ, καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν ἀνείληφεν. Εἰ γὰρ, ἐπὶ σταυροῦ ὤν, τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων ἤγειρε σώματα, πολλῷ μᾶλλον ἤγειραι δύναται, ὃ ἔφρεσε σῶμα, ὃ δὲ ζῶν Θεὸς Λόγος, ὡς φησὶν ὁ Παῦλος· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής.