Ancient Greek
650.3
Athanasius Alexandrinus, Fragmenta Varia 650.3
Unproofread scanNot analysed yet
3. Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ τοὺς νεκροὺς ζωοποιεῖ. Ἔστι τοίνυν καὶ πηγὴ ζωῆς τῇ ἐκ Πατρὸς θεότητι· ἄνθρωπος δὲ ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ Παρθένου Μαρίας, δι' ἣν τοῦ Λόγου θεότης δι' ἡμᾶς ἀνείληφε. Τὸ γοῦν γεγράφθαι, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, φανερῶς τὴν θεότητα δηλοῖ. Τὸ δὲ, 'Ὁ Λόγος σάρξ ἐτέθετο, τὸ ἀνθρώπινον τοῦ Κυρίου δείκνυσιν.