Ancient Greek
653.3
Athanasius Alexandrinus, Fragmenta Varia 653.3
Unproofread scanNot analysed yet
17. Ὧρα, ὅτι ἕως τοῦ νῦν οὐδεὶς ἔγνω τὸν Υἱὸν τοῦ Θεοῦ ὡς ἐστίν, ἄχρι τοῦ φανερωσαὶ ἑαυτὸν ἡμῖν. Τὸν δὲ ἐφόρεσε δι᾽ ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν· ἐνέπιπτε ὁ Παῦλος· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ὃν καὶ Στέφανος λέγει Θεωρῶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ· οὐχ εἶπε τὸν Λόγον ἢ τὴν Σοφίαν τοῦ Πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν Υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας Κυριακὸν σῶμα.