Ancient Greek
653.4
Athanasius Alexandrinus, Fragmenta Varia 653.4
Unproofread scanNot analysed yet
18. Περὶ τοῦ, Ὁ δὲ Ἰησοῦς προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι· λέγεται δὲ ὁ κατὰ τὴν Σωτῆρα νοούμενος ἄνθρωπος, ὁ αὐτὸς ποτὲ νήπιος ὢν, καὶ ποτὲ προκόπτων ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, ἀρχόμενος τε ὡν ὡσεὶ ἐτῶν λ᾽, ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησίν. Τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτὸ ἐστὶ κτίσμα καὶ ποίημα. Ἰησοῦς δὲ ὁ Χριστός, ὁ κατὰ τὸν Σωτῆρα νοούμενος ἄνθρωπος, αὐτὸς ἐστὶν ὁ προκοπὴν ἡλικίας ἐπιδεχόμενος, ποτὲ νήπιος τυγχάνων, ποτὲ ἀνήρ, ἀρχόμενος τε ὡσεὶ ἐτῶν λ᾽, ὡς φησιν ὁ Λουκᾶς. Ὁ τοίνυν μεθηλικιούμενος ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὃς ἐγένετο πιστὸς ἀπόστολος καὶ ἀρχιερεὺς τῷ ποιήσαντι αὐτόν, αὐτὸς ἐστὶν ὁ τὴν προκοπὴν ὑπομένων.