Ancient Greek
660.2
Athanasius Alexandrinus, Fragmenta Varia 660.2
Unproofread scanNot analysed yet
50. Ἔχεις τοίνυν ἐξ αὐτῆς τῆς τῶν Γραφῶν ἀπο-δείξεως τὸν ἄνθρωπον τοῦ Σωτῆρος, ὃν κατανοεῖν διδασκόμεθα αὐτὸν εἶναι ποίημα · οὐ γὰρ τὴν ἀόρα-τον θεότητα τοῦ Λόγου, τὴν ἐν κόλπῳς πατρώσις ἀποκεκρυμμένην, ἣν οὐδεὶς ἕως τοῦδεω τεθέασται. Καὶ τοῦτο Παῦλος οἶδεν ἡμῶν μᾶλλον λέγων · Περι-ήστραγέ με φῶς ἰκανόν, καὶ ἔπεσα εἰς τὸ ἔδα-φος. Καὶ ἤκουσα φωνῆς λεγούσης μοι · Σαοὺλ, Σαοὺλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Κάγὼ εἶπον · Τίς εἶ, Κύριε; Καὶ ὁ Κύ-ριος φησὶ πρὸς μέ · Ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις. ὁμολογεῖ δὲ ἀπὸ τῆς δόξης τοῦ φωτὸς τοῦ Κυρίου τετυφλῶσθαι· καὶ μετὰ τρεῖς ἡμέρας ἐξ ἀποκα-λύψεως καὶ προστάξεως αὐτοῦ ἠνειχθῆναι. Εἰ δὲ Παῦ-λος, τὸ σκεῦος τῆς ἐκλογῆς, τετύφλωται, μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ Κυρίου δόξαν · πῶς ἡμᾶς διδάσκει τὴν θεότητα αὐτοῦ τοῦ Λόγου κατανοεῖν; Ἄλλ’ ὁ πελ-λάχις εἶπον, καὶ νῦν ἐρῶ, Ἰησοῦν τὸν ἄνθρωπον τοῦ Σωτῆρος, τὸν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, εἴ-πεν ἡμῖν κατανοεῖν.