Ancient Greek
660.3
Athanasius Alexandrinus, Fragmenta Varia 660.3
Unproofread scanNot analysed yet
51. Μιμηταί μου γίνεσθε, φησὶ, καθὼς κἀγὼ Χριστῷ · δηλονότι τοῦ ἀνθρώπου λέγει, τοῦ χειμέ-νου θεμελίου. Τῆς γὰρ θεότητος τοῦ Λόγου οὔτε Παῦλος, οὔτε ἕτερός τις γενέσθαι δύναται μιμητής, εἰ μὴ ἐν τοῖς παθήμασι καὶ πραύτητι τοῦ Χριστοῦ· περὶ ὧν ὁ Πέτρος λέγει ἐπακολουθῆναι ἡμᾶς τοῖς ἴχνεσιν αὐτοῦ · καθὼς καὶ ὁ Παῦλος εἶπε, τὰ ὑστε-ρήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἀναπληροῦν ἐν τῇ ἰδίᾳ σαρκί. Ἀναντιρρήτως οὖν ὁ πρὸ τοῦ αἰῶνος δε-μελιωθείς εἰς τὰς ἀπόκρυφα τῆς πατρῴας διανοίας ἐν προγνώσει ἦν, ὃν ἐμελεν ἐκ Μαρίας Κυριαχὸν ἄν-θρωπον κτίζειν. Περί δὲ τὸ Κυριαχὸν σῶμα φανερῶς προεφητεύθη τῷ Ἰούδα · Ἐκ σοῦ ἐξελεύσεται μοι ἡγούμενος· καὶ ἡ ἀρχὴ αὐτοῦ ἀπ’ ἀρχῆς ἀπ’ ἡμε-ρῶν αἰῶνος · καίπερ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐκ φυλῆς Ἰούδα ἀνέλιπεν ὁ Θεὸς Λόγος τὸν ἄνθρω-πον.