Ancient Greek
660.4
Athanasius Alexandrinus, Fragmenta Varia 660.4
Unproofread scanNot analysed yet
52. Ὅταν, φησίν, ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ζητήσωμεν τοίνυν τίς ἐστιν ὁ μὴ ὑποτασσόμενος τῷ Θεῷ, εἰ μὴ πρότερον τὰ πάντα αὐτῷ ὑπόταξη. Τί γὰρ οὐκ ἔχεν ὑποτεταγμένων ὁ ἐκ Πατρὸς Λόγος, πρὶν τῆς δι’ οὗ ἐφόρεσεν ἀνθρώπου δι’ ἡμᾶς οἰκονομίας; πάντα γὰρ τὰ ποιώματα τῷ πεποιηκέντι ὑποτάσσεται. Τῷ δὲ ἀναληφθέντι ἀνθρώ-πῳ ἕως νῦν οὐ τὰ πάντα ὑποτέτακται · φησὶ γὰρ ὁ Παῦλος · Ὡσὼ βλέπομεν αὐτῷ τὰ πάντα ὑποτε-ταγμένα. Τοῖς γὰρ Ἰουδαίοις σκάνδαλόν ἐστιν, ἔθνει δὲ μωρία, ἡμῖν δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ὅταν τοίνυν πᾶσα