Ancient Greek · ~10 min
Chapter 10
Athanasius Alexandrinus, Oratio I contra Arianos 10
Not analysed yet
10. Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν ; ταῦθʼ ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν γραφῶν εἰρήκαμεν καὶ λέγομεν ; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σωτὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἔλλησι καὶ τοῖς νῦν Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ Υἱὸς ἀληθινός ἐστι, καὶ ‘ἐκ Θεοῦ Θεός ἐστι, καὶ ‘ἐπὶ πάντων εὐλογημένος εἰς τοὺς αἰῶνας,ʼ πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν ‘Θαλείαν,᾿ ὡς εἰκόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων ‘οὐκ οἶδεν ὅτι γηγενεῖς παῤ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. ᾿Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλʼ ἕτερα φθεγγόμενοι παρὰ ταῦτα, Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν γραφῶν ἐλέγχοις. Διὰ τοῦτο γοῦν ὡς ‘υἱοὶ τοῦ αἰῶνος τούτουʼ ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ τῆς ἀγριελαίου, καὶ φοβούμενοι μὴ ταχέως ἀποσβεσθῇ (‘φῶς γὰρ,᾿ φησὶν, ‘ἀσεβῶν σβέννυται· ᾿)τοῦτον μὲν ‘κρύπτουσιν ὑπὸ τὸν μόδιονʼ τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας φίλων, καὶ Κωνσταντίου φόβον ἐπαγγέλλονται, ἵνʼ οἱ εἰσερχόμενοι πρὸς αὐτοὺς ὑπὸ τῆς ὑποκρίσεως καὶ τῆς ἐπαγγελίας μὴ βλέπωσι τὴν τῆς αἱρέσεως ῥυπαρίαν. Πῶς οὖν οὐκ ἀξία καὶ κατὰ τοῦτο πάλιν μίσους ἡ αἵρεσις, ὅπουγε καὶ παῤ αὐτῶν τῶν ἰδίων ὡς μὴ ἔχουσα παῤῥησίαν κρύπτεται, καὶ ὡς ὄφις θάλπεται; πόθεν γὰρ ἑαυτοῖς συνεφόρησαν τὰ ῥημάτια ταῦτα; ἢ παρὰ τίνος ἄρα λαβόντες, τοιαῦτα τετολμήκασι λέγειν ; Ἀνθρώπων μὲν οὖν οὐδένα ἂν εἴποιεν τὸν ταῦτα παρασχόντα. Τίς γάρ ἐστιν ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὅστις ὃν ὁμολογεῖ θεὸν, τοῦτον τολμ λέγειν ἕνα εἶναι τῶν κτισμάτων, καὶ, ‘Οὐκ ἦν πρὶν ποιηθῇ ; ᾿ἢ τίς ἐστιν, ὅστις ᾧ πεπίστευκε Θεῷ, ἀπιστεῖ λέγοντι, Οὕτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,᾿ φάσκων ὅτι οὐκ ἔστιν Υἱὸς, ἀλλὰ ποίημα ; πλέον γὰρ ἀγανακτήσουσι πάντες κατʼ αὐτῶν τοιαῦτα μαινομένων. Ἀλλʼ οὐδὲ ἐκ τῶν γραφῶν ἔχουσι τὰς προφάσεις. δείχθη γὰρ πολλάκις, δειχθήσεται δὲ καὶ νῦν, ἀλλότρια ταῦτα τῶν θείων λογίων. Οὐκοῦν ἐπειδὴ λείπει λοιπὸν εἰπεῖν, ὅτι παρὰ τοῦ διαβόλου λαβόντες ἐμάνησαν· (τούτων γὰρ ἐκεῖνος μόνος ἐστὶ σπορεύς·) φέρε, πρὸς αὐτὸν ἀντιστῶμεν· πρὸς ἐκεῖνον γάρ ‘ἐστιν ἡμῖν διὰ τούτων ‘ἡ πάλη· ᾿ἵνα, τοῦ Κυρίου βοηθοῦντος, κἀκείνου συνήθως πίπτοντος τοῖς ἐλέγχοις, αἰσχυνθῶσιν οὗτοι, βλέποντες ἀποροῦντα τὸν ἐπισπείραντα τὴν αἵρεσιν αὐτοῖς, καὶ μάθωσι κἂν ὀψέποτε ὅτι, Ἀρειανοὶ ὄντες, οὐκ εἰσὶ Χριστιανοί.