Ancient Greek · ~12 min
Chapter 9
Athanasius Alexandrinus, Oratio I contra Arianos 9.1
Not analysed yet
9. Ἰδοὺ γὰρ ἡμεῖς μὲν ἐκ τῶν θείων γραφῶν παῤῥησιαζόμεθα περὶ τῆς εὐσεβοῦς πίστεως, καὶ ὡς λύχνον ἐπὶ τῆς λυχνίας τιθέαμεν λέγοντες· Υἱὸς ἀληθινὸς φύσει καὶ γνήσιός ἐστι τοῦ Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ, Σοφία μονογενὴς, καὶ Λόγος ἀληθινὸς καὶ μόνος τοῦ Θεοῦ οὗτός ἐστιν· οὐκ ἔστι κτίσμα οὔτε ποίημα, ἀλλʼ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα. Διὸ Θεός ἐστιν ἀληθινὸς, ἀληθινοῦ Πατρὸς ‘ὁμοούσιος᾿ ὑπάρχων. Τὰ δʼ ἄλλα, οἷς εἷπεν, ‘Ἐγὼ εἴπα, θεοί ἐστε,᾿ μόνον μετοχῇ τοῦ Λόγου διὰ τοῦ Πνεύματος ταύτην ἔχουσι τὴν χάριν παρὰ τοῦ Πατρός. ‘Χαρακτὴρ γάρ ἐστι τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ ‘φῶς ἐκ φωτὸς,ʼ καὶ δύναμις καὶ εἰκὼν ἀληθινὴ τῆς τοῦ Πατρὸς οὐσίας, Τοῦτο γὰρ πάλιν εἶπεν ὁ Κύριος· ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. ᾿Ἀεὶ δὲ ἦν καὶ ἔστι, καὶ οὐδέποτε οὐκ ἦν. Ἀϊδίου γὰρ ὄντος τοῦ Πατρὸς, ἀΐδιος ἂν εἴη καὶ ὁ τούτου Λόγος καὶ ἡ Σοφία. Αὐτοὶ δὲ τί ἄρα ἡμῖν ἐκ τῆς πανεγκλήτου ‘Θαλίαςʼ προφέρουσιν; ἢ πρῶτον ἀναγνώτωσαν αὐτὴν, μιμούμενοι τὸ ἦθος τοῦ γράψαντος, ἵνα κἂν παῤ ἑτέρων χλευαζόμενοι μάθωσιν ἐν ποίῳ κεῖνται πτώματι, καὶ οὕτω λοιπὸν λεγέτωσαν. Τί δʼ ἂν εἴποιεν ἐξ αὐτῆς, ἢ ὅτι ‘οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλʼ ὕστερον γέγονεν· οὐκ ἀεὶ ἦν ὁ Υἱὸς, οὐ γὰρ ἦν πρὶν γεννηθῇ· οὐκ ἔστιν ἐκ τοῦ Πατρός· ἀλλʼ ἐξ οὐκ ὄντων ὑπέστη καὶ αὐτός· οὐκ ἔστιν ἴδιος τῆς οὐσίας τοῦ Πατρός· κτίσμα γάρ ἐστι καὶ ποίημα· καὶ οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ἐθεοποιήθη· οὐκ οἶδε τὸν Πατέρα ἀκριβῶς ὁ Υἱὸς, οὔτε ὁρᾷ ὁ Λόγος τὸν Πατέρα τελείως, καὶ οὔτε συνιεῖ, οὔτε γινώσκει ἀκριβῶς ὁ Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ Πατρὸς Λόγος, ἀλλʼ ὀνόματι μόνον λέγεται λόγος καὶ σοφία, καὶ χάριτι λέγεται υἱὸς καὶ δύναμις· οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάληψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα ; ʼ Θαυμαστή γε ἡ αἵρεσις, μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι κατὰ τοῦ ὄντος φανταζομένη, καὶ ἀντὶ εὐφημίας δυσφημίας διόλου προβαλλομένη. Εἴ τις ἄρα, τὰ παρʼ ἀμφοτέρων ἐξετάσας, ἐρωτηθείη τὴν ὁποτέρου πίστιν ἂν ἕλοιτο, ἢ τὰ τίνος ἂν εἴποι ῥήματα πρέποντα εἶναι Θεῷ· μᾶλλον δὲ καὶ εἰπάτωσαν αὐτοὶ οἱ τῆς ἀσεβείας κόλακες, τί πρέπει περὶ Θεοῦ (‘Θεὸς γὰρ ἦν ὁ Λόγος· ᾿)ἐρωτώμενον ἀποκρίνασθαι· ἀπὸ γὰρ τούτου καὶ τὸ ὅλον ἑκατέρων τῶν προβληθέντων γνωσθήσεται τί πρέπει λέγειν, τὸ ἦν, ἢ τὸ οὐκ ἦν· τὸ ἀεὶ, ἢ τὸ πρὶν γενέσθαι· τὸ ἀΐδιον, ἢ τὸ ἀφʼ οὗ καὶ ἐξότε· ἀληθινὸν, ἢ θέσει καὶ μετοχῇ καὶ κατʼ ἐπίνοιαν· τῶν γενητῶν ἕνα λέγειν αὐτὸν, ἢ τῷ Πατρὶ συνάπτειν αὐτόν· ἀνόμοιον αὐτὸν εἶναι κατʼ οὐσίαν τοῦ Πατρὸς, ἢ ὅμοιον καὶ ἴδιον τοῦ Πατρὸς εἶναι· κτίσμα εἶναι, ἢ διʼ αὐτοῦ τὰ κτίσματα γεγενῆσθαι· αὐτὸν εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἢ ἕτερον παρὰ τοῦτον, καὶ διʼ ἐκείνου τοῦτον γεγενῆσθαι καὶ διʼ ἄλλης σοφίας· καὶ τοῦτον ὀνόματι μόνον σοφίαν καὶ λόγον κεκλῆσθαι, κἀκείνης τῆς σοφίας τοῦτον μέτοχον καὶ δεύτερον γεγενῆσθαι.