Ancient Greek · ~10 min
Chapter 14
Athanasius Alexandrinus, Oratio I contra Arianos 14
Not analysed yet
14. Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύονται λέγοντες· Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ᾿ ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλʼ ἀδελφὸν εἶναι τοῦ Πατρὸς λέγετε αὐτόν,ʼ Ἀνόητοι καὶ φιλόνεικοι· εἰ μὲν γὰρ ἀϊδίως συνεῖναι μόνον αὐτὸν ἐλέγομεν, καὶ μὴ Υἱὸν, πιθανή τις ἦν αὐτῶν ἡ προσποίητος εὐλάβεια· εἰ δὲ, ἀΐδιον λέγοντες, ὁμολογοῦμεν αὐτὸν Υἱὸν ἐκ Πατρὸς, πῶς ὁ γεννηθεὶς ‘ἀδελφὸς᾿ τοῦ γεννήσαντος δύναται νομίζεσθαι ; καὶ εἰ εἰς Πατέρα καὶ Υἱὸν ἡμῶν ἐστιν ἡ πίστις, ποία ἀδελφότης ἐν τούτοις ἐστίν ; ἢ πῶς δύναται ὁ Λόγος ἀδελφὸς λέγεσθαι τούτου, οὗ καὶ ἔστι Λόγος ; Οὐκ ἔστιν ἀντίῤῥησις αὕτη ὡς παρὰ ἀγνοούντων γινομένη· συνορῶσι γὰρ καὶ αὐτοὶ τὴν ἀλήθειαν· ἀλλὰ ‘πρόφασίς ἐστιν Ἰουδαϊκὴ, καὶ θελόντων, ὡς εἶπεν ὁ Σολομὼν, ἀπὸ τῆς ἀληθείας ‘χωρίζεσθαι. ᾿Οὐ γὰρ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐγεννήθησαν, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν· ἀλλʼ ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ καὶ γεννήτωρ ἐστὶ, καὶ ὁ Πατὴρ πατήρ ἐστι, καὶ οὐχ υἱός τινος γέγονε· καὶ ὁ Υἱὸς δὲ υἱός ἐστι, καὶ οὐκ ἀδελφός. Εἰ δὲ ἀΐδιον γέννημα τοῦ Πατρὸς λέγεται, καλῶς λέγεται. Οὐ γὰρ ἀτελὴς οὐσία τοῦ Πατρὸς ἦν ποτε, ἵνα καὶ τὸ ἴδιον αὐτῆς ἐπισυμβαίνῃ ταύτῃ· οὐδὲ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ὁ Υἱὸς, ἵνα καὶ ὑστερίζῃ τῆς πατρῴας ὑπάρξεως· ἀλλὰ Θεοῦ γέννημά ἐστι, καὶ ὡς Θεοῦ τοῦ ἀεὶ ὄντος ἴδιος ὢν Υἱὸς, ἀϊδίως ὑπάρχει. Ἀνθρώπων μὲν γὰρ ἴδιον τὸ ἐν χρόνῳ γεννᾷν διὰ τὸ ἀτελὲς τῆς φύσεως· Θεοῦ δὲ ἀΐδιον τὸ γέννημα, διὰ τὸ ἀεὶ τέλειον τῆς φύσεως. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, ἀλλʼ ἐξ οὐκ ὄντων ποίημα γέγονε, δεικνύτωσαν πρότερον, καὶ ὡς περὶ ποιήματος φανταζόμενοι κραζέτωσαν, ὅτι ‘ἦν ποτε ὅτε οὐκ ἦν· ᾿οὐκ ὄντα γὰρ γέγονε τὰ γενητά. Εἰ δὲ Υἱός ἐστι, τοῦτο γὰρ καὶ ὁ Πατὴρ λέγει, καὶ αἱ γραφαὶ βοῶσι· τὸ δὲ Υἱὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ Πατρὸς γεννώμενον, τὸ δὲ γεννώμενον ἐκ τοῦ Πατρὸς Λόγος ἐστὶν αὐτοῦ καὶ Σοφία καὶ ἀπαύγασμα· τί δεῖ λέγειν ἢ ὅτι λέγοντες, ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς,᾿ ὡς λῃσταί τινες ἀποσυλῶσι τὸν Λόγον ἀπὸ τοῦ Θεοῦ, καὶ ἄντικρυς κατʼ αὐτοῦ φθέγγονται, ὅτι ἦν ποτεʼ τοῦ ἰδίου Λόγου καὶ Σοφίας χωρὶς, καὶ τὸ φῶς ‘ἦν ποτε χωρὶς αὐγῆς, καὶ ἄγονος ἦν ἡ πηγὴ καὶ ξηρά; Κἂν γὰρ, τὸ ὄνομα τοῦ‘χρόνου᾿ προσποιούμενοι φοβεῖσθαι διὰ τοὺς ὀνειδίζοντας αὐτοὺς, λέγωσι πρὸ χρόνων αὐτὸν εἷναι, ἀλλʼ ὅμως ὅτι διαστήματά τινα διδόασιν, ἐν οἶς μὴ εἶναι αὐτὸν φαντάζονται, οὐδὲν ἧττον χρόνους σημαίνοντες, καὶ ἀλογίαν περὶ τὸν Θεὸν εἰσάγοντες, μεγάλως ἀσεβοῦσιν.