Ancient Greek · ~10 min
Chapter 16
Athanasius Alexandrinus, Oratio I contra Arianos 16
Not analysed yet
16. Τοιούτων δὴ οὖν ἀτόπων καὶ παρὰ τὴν ἀλήθειαν ἀναφαινομένων λογισμῶν, ἀνάγκη λέγειν τὸ ‘ἐκ τῆς οὐσίας τοῦ Πατρὸς’ ἴδιον αὐτοῦ σύμπαν εἶναι τὸν Υἱόν· τὸ γὰρ ὅλως ‘μετέχεσθαιʼ τὸν Θεὸν ἴσον ἐστὶ λέγειν ὅτι καὶ γεννᾷ· τὸ δὲ ‘γεννᾷνʼ τί σημαίνει ἢ υἱόν ; Αὐτοῦ γοῦν τοῦ Υἱοῦ μετέχει τὰ πάντα κατὰ τὴν τοῦ Πνεύματος γινομένην παρ᾿ . αὐτοῦ χάριν· καὶ φανερὸν ἐκ τούτου γίνεται ὅτι αὐτὸς μὲν ὁ Υἱὸς οὐδενὸς μετέχει, τὸ δὲ ἐκ τοῦ Πατρὸς μετεχόμενον, τοῦτό ἐστιν ὁ Υἱός. Αὐτοῦ γὰρ τοῦ Υἱοῦ μετέχοντες, τοῦ Θεοῦ μετέχειν λεγόμεθα· καὶ τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Πέτρος, ‘ἵνα γένησθε θείας κοινωνοὶ φύσεως,ʼ ὥς φησι καὶ ὁ ἀπόστολος, ‘οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε ; ʼ καὶ, ‘ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος. ᾿Καὶ αὐτὸν δὲ τὸν Υἱὸν βλέποντες, ὁρῶμεν τὸν Πατέρα. Ἡ γὰρ τοῦ Υἱοῦ ἔννοια καὶ κατάληψις γνῶσίς ἐστι περὶ τοῦ Πατρὸς, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ ἴδιον εἶναι γέννημα. Ὥσπερ δὲ τὸ μετέχεσθαι οὐκ ἄν τις ὑμῶν ἔτι πάθος εἴποι καὶ μερισμὸν τῆς τοῦ Θεοῦ οὐσίας· (δεδήλωται γὰρ καὶ ὡμολόγηται μετέχεσθαι τὸν Θεὸν, καὶ ταὐτὸ εἶναι μετέχεσθαι καὶ γεννᾷν·) οὕτως τὸ γέννημα οὐ πάθος, οὐδὲ μερισμός ἐστι τῆς μακαρίας ἐκείνης οὐσίας. Οὐκ ἄπιστον ἄρα ἐστὶν Υἱὸν ἔχειν τὸν Θεὸν, τῆς ἰδίας οὐσίας τὸ γέννημα· οὐδʼ ἄρα πάθος καὶ μερισμὸν τῆς οὐσίας τοῦ Θεοῦ σημαίνομεν, λέγοντες ‘Υἱὸν καὶ γέννημα· ᾿ἀλλὰ μᾶλλον τὸ γνήσιον καὶ τὸ ἀληθινὸν καὶ τὸ μονογενὲς τοῦ Θεοῦ γινώσκοντες, οὕτω πιστεύομεν. Τούτου δὲ οὕτω πεφασμένου καὶ δεικνυμένου, ὅτι τὸ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γέννημα τοῦτό ἐστιν ὁ Υἱὸς, οὐδενὶ λοιπὸν ἀμφίβολον, ἀλλὰ καὶ πρόδηλον ἂν εἴη, ὅτι τοῦτό ἐστιν ἡ Σοφία καὶ ὁ Λόγος τοῦ Πατρὸς, ἐν ᾧ καὶ δι᾿ οὗ τὰ πάντα κτίζει καὶ ποιεῖ· καὶ τοῦτό ἐστιν αὐτοῦ τὸ ἀπαύγασμα, ἐν ᾧ τὰ πάντα φωτίζει, καὶ ἀποκαλύπτεται οἵς ἐὰν θέλῃ· τοῦτό ἐστιν αὐτοῦ χαρακτὴρ καὶ εἰκὼν, ἐν ᾧ θεωρεῖται καὶ γινώσκεται, διὸ καὶ ‘αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι· ᾿καὶ γὰρ ὁ τοῦτον βλέπων βλέπει καὶ τὸν Πατέρα· τοῦτό ἐστιν ὁ Χριστὸς, ἐν τὰ πάντα λελύτρωται, καὶ πάλιν τὴν καινὴν εἰργάσατο κτίσιν. Τοῦ δὲ Υἱοῦ πάλιν οὕτως ὄντος, οὐχ ἁρμόζει, ἀλλὰ καὶ λίαν ἐπικίνδυνόν ἐστιν εἰπεῖν τοῦτον ‘ἐξ οὐκ ὄντων ποίημα ἢ, ‘οὐκ ἦν πρὶν γεννηθῇ. ᾿Ὁ γὰρ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς οὕτω λέγων καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει βλασφημῶν, τὰ τοιαῦτα φρονῶν περὶ αὐτοῦ, οἴα καὶ περὶ τοῦ ἐξ αὐτοῦ γεννήματος φανταζόμενος καταψεύδεται.