Ancient Greek · ~8 min
Chapter 17
Athanasius Alexandrinus, Oratio I contra Arianos 17
Not analysed yet
17. Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέπειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτίστης ἐστὶν ὁ Θεὸς, διὰ Υἱοῦ δὲ τὰ ποιήματα κτίζει, καὶ οὐκ ἔστιν ἄλλως ἰδεῖν τὰ γινόμενα ἢ διὰ τοῦ Λόγου γινόμενα· πῶς οὐ βλάσφημον, ποιητοῦ ὄντος τοῦ Θεοῦ, λέγειν τὸν δημιουργικὸν αὐτοῦ Λόγον καὶ τὴν Σοφίαν ‘μὴ εἶναί ποτε ; ᾿Ἴσον γάρ ἐστιν εἰπεῖν ὅτι μηδὲ ποιητής ἐστιν ὁ Θεὸς, οὐκ ἔχων ἴδιον ἐξ αὐτοῦ δημιουργικὸν Λόγον, ἀλλʼ ἔξωθεν ἐπεισαγόμενός ἐστι καὶ ξένος αὐτοῦ, καὶ ἀνόμοιος κατʼ οὐσίαν τυγχάνων, ἐν ᾧ δημιουργεῖ. Ἔπειτα λεγέτωσαν ἡμῖν—μᾶλλον δὲ κἂν ἐκ τούτου βλεπέτωσαν τὴν δυσσέβειαν ἑαυτῶν ἐκ τοῦ λέγειν, ‘ἦν ποτε ὅτε οὐκ ἢν,ʼ καὶ, οὐκ ἦν πρὶν γεννηθῇ· ᾿Εἰ γὰρ οὐκ ἀϊδίως σύνεστιν ὁ Λόγος τῷ Πατρὶ, οὐκ ἔστιν ἡ Τριὰς ἀΐδιος· ἀλλὰ μονὰς μὲν ἦν πρότερον, ἐκ προσθήκης δὲ γέγονεν ὕστερον Τριὰς, καὶ προϊόντος τοῦ χρόνου κατʼ αὐτοὺς ηὔξησε καὶ συνέστη τῆς θεολογίας ἡ γνῶσις. Πάλιν τε, εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, ἀλλʼ ἐξ οὐκ ὄντων γέγονεν, ἐξ οὐκ ὄντων συνίσταται Τριὰς, καὶ ‘ἦν ποτε ὅτε οὐν ἦνʼ Τριὰς, ἀλλὰ μονάς· καὶ ποτὲ μὲν ἐλλειπὴς Τριὰς, ποτὲ δὲ πλήρης· ἐλλειπὴς μὲν πρὶν γένηται ὁ Υἱὸς, πλήρης δὲ ὅτε γέγονε· καὶ λοιπὸν καὶ τὸ γενητὸν τῷ κτίστῃ συναριθμεῖται, καὶ τό ποτε μὴ ὂν τῷ ἀεὶ ὄντι συνθεολογεῖται καὶ συνδοξάζεται· καὶ τό γε μεῖζον, ἀνόμοιος ἑαυτῆς ἡ Τριὰς εὑρίσκεται, ξέναιςʼ καὶ ἀλλοτρίαις φύσεσί τε καὶ ταῖς οὐσίαις συνισταμένη. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ γενητὴν τὴν τῆς Τριάδος σύστασιν. Ποταπὴ οὖν αὕτη θεοσέβεια ἡ μηδὲ ἑαυτῇ ὁμοία τυγχάνουσα, ἀλλʼ ἐκ προσθήκης χρόνων πληρουμένη, καὶ ποτὲ μὲν μὴ οὕτως, ποτὲ δὲ οὕτως οὖσα ; εἰκὸς γὰρ αὐτὴν καὶ πάλιν λήψεσθαι προσθήκην, καὶ τοῦτο εἰς ἄπειρον, ὡς ἅπαξ καὶ κατὰ τὴν ἀρχὴν ἐκ προσθήκης ἔσχε τὴν σύστασιν. Οὐκ ἀμφίβολον δὲ ὅτι καὶ δυνατὸν αὐτὴν μειοῦσθαι. Τὰ γὰρ προστιθέμενα φανερὸν ὅτι καὶ ἀφαιρεῖσθαι δύναται.