Ancient Greek · ~7 min
Chapter 23
Athanasius Alexandrinus, Oratio I contra Arianos 23
Not analysed yet
23. Ἔδει μὲν οὖν μηδὲν ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα, οὕτως ἀνόητα ὄντα καὶ μωρά· ἵνα δὲ μὴ δοκῇ τι βέβαιον ἔχειν ἡ αἵρεσις αὐτῶν, προσήκει κἂν ὡς ἐκ παρέργου διελέγξαι καὶ ἐν τούτοις αὐτοὺς, μάλιστα διὰ τὰ εὐχερῶς ἀπατώμενα παρʼ αὐτῶν γυναικάρια. Ἔδει δὲ ταῦτα λέγοντας αὐτοὺς, καὶ ἀρχιτέκτονος πυνθάνεσθαι, ‘Εἰ δύνασαι χωρὶς ὕλης ὑποκειμένης οἰκοδομεῖν; ὥσπερ δὲ οὐ δύνασαι, οὕτω καὶ ὁ Θεὸς οὐκ ἡδύνατο χωρὶς ὕλης ὑποκειμένης ποιῆσαι τὰ ὅλα. Ἔδει καὶ ἕκαστον αὐτοὺς τῶν ἀνθρώπων ἐρωτᾷν, ‘Eἰ δύνασαι εἶναι χωρὶς τόπου; ὥσπερ δὲ οὐ δύνασαι, οὕτω καὶ ὁ Θεὸς ἐν τόπῳ ἐστίν· ᾿ἵνʼ οὕτως κἂν παρὰ τῶν ἀκουόντων ἐντρέπεσθαι δυνηθῶσιν. Ἢ διὰ τί, ἐὰν μὲν ἀκούωσιν ὅτι Υἱὸν ἔχει ὁ Θεὸς, εἰς ἑαυτοὺς ἀποβλέποντες ἀρνοῦνται τοῦτον· ἐὰν δὲ ἀκούωσιν ὅτι κτίζει καὶ ποιεῖ, οὐκέτι τὰ ἀνθρώπινα ἀντιτιθέασιν ; ἔδει δὲ καὶ ἐν τῷ κτίζειν ἀνθρώπινα νοεῖν αὐτοὺς καὶ ὕλην ὑποβάλλειν τῷ Θεῷ, ἵνα καὶ τὸ εἶναι κτίστην τὸν Θεὸν ἀρνήσωνται, καὶ λοιπὸν μετὰ Μανιχαίων κυλίωνται. Εἰ δὲ ταῦθʼ ὑπερβαίνει ἡ περὶ Θεοῦ ἔννοια, καὶ μόνον τις ἀκούσας πιστεύει καὶ οἶδεν ὅτι ἐστὶν οὐχ ὡς ἡμεῖς ἐσμεν, ἔστι μέντοι ὡς Θεὸς, καὶ κτίζει οὐχ ὡς ἄνθρωποι κτίζουσι, κτίζει μέντοι ὡς Θεὸς, δῆλον ὅτι καὶ γεννᾷ οὐχ ὡς ἄνθρωποι γεννῶσι, γεννᾷ μέντοι ὡς Θεός· οὐ γὰρ ὁ Θεὸς ἄνθρωπον μιμεῖται, ἀλλὰ μᾶλλον οἱ ἄνθρωποι, διὰ τὸν Θεὸν κυρίως καὶ μόνον ἀληθῶς ὄντα Πατέρα τοῦ ἑαυτοῦ Υἱοῦ, καὶ αὐτοὶ πατέρες ὠνομάσθησαν τῶν ἰδίων τέκνων. Ἐξ αὐτοῦ γὰρ ‘πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ ἃ λέγουσι δὲ, ἐὰν ἀνεξέταστα μείνῃ, ὡς εἰρηκότες τι φρόνιμον νομίζονται· ἐὰν δέ τις αὐτὰ λογικῶς ἐξετάσῃ, πολὺν εὑρεθήσονται γέλωτα καὶ χλευασμὸν ὀφλισκάνοντες.