Ancient Greek · ~9 min
Chapter 24
Athanasius Alexandrinus, Oratio I contra Arianos 24
Not analysed yet
24. Πρῶτον μὲν γὰρ ἡ πρώτη καὶ τοιαύτη αὐτῶν ἐρώτησίς ἐστι μωρὰ καὶ ἄδηλος. Οὐ γὰρ σημαίνουσι περὶ τίνος πυνθάνονται, ἵνα καὶ ὁ ἐρωτώμενος ἀποκρίνηται· ἀλλʼ ἁπλῶς λέγουσιν, ‘Ὁ ὢν τὸν μὴ ὄντα. ᾿Τίς οὖν ‘ὁ ὢν,ʼ καὶ τίνα τὰ μὴ ὄντα, ὦ Ἀρειανοί ; ἢ τίς ὁ ὢν, καὶ τίς ‘ὁ μὴ ὢν,’ καὶ τίνα λέγεται ὄντα, ἢ μὴ ὄντα ; Δυνατὸν γὰρ καὶ ‘τὸν ὄντα’ ποιεῖν καὶ τὰ μὴ ὄντα καὶ τὰ ὄντα καὶ τὰ προόντα, Τέκτων γοῦν καὶ χρυσοχόος καὶ κεραμεὺς τὴν οὖσαν καὶ πρὸ αὐτῶν τυγχάνουσαν ὕλην ἕκαστος κατὰ τὴν ἰδίαν τέχνην ἐργάζεται, ποιῶν ἃ βούλεται σκεύη· αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς, τὸν ὄντα καὶ γενόμενον ἤδῃ παῤ αὐτοῦ χοῦν ἐκ γῆς λαβὼν, πλάττει τὸν ἄνθρωπον· καὶ αὐτὴν μέντοι τὴν γῆν, οὐκ οὖσαν πρότερον, ὕστερον εἰς τὸ εἶναι πεποίηκε διὰ τοῦ ἰδίου Λόγου. Εἰ μὲν οὖν οὕτω πυνθάνονται, δῆλόν ἐστιν ὡς ἡ μὲν κτίσις οὐκ ἦν πρὶν γένηται, οἱ δὲ ἄνθρωποι τὴν οὖσαν ὕλην ἐπεργάζονται· καὶ ἀσύστατος αὐτῶν ὁ λόγος φανήσεται, γινομένων καὶ ὄντων, γινομένων καὶ μὴ ὄντων, ὥσπερ εἴπαμεν. Εἰ δὲ περὶ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ λαλοῦσι, προστιθέτωσαν τὰ λειπόμενα τῇ ἐρωτήσει, καὶ οὕτως ἐρωτάτωσαν· ‘Ὁ ὢν Θεὸς ἦν ποτε ἄλογος, καὶ, φῶς ὢν, ἀφεγγὴς ἦν ; ἢ ἀεὶ ἦν τοῦ Λόγου Πατήρ ; ʼ ἢ καὶ πάλιν οὕτως· ‘Ὁ ὢν Πατὴρ τὸν Λόγον μὴ ὄντα πεποίηκεν, ἢ τὸν Λόγον ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ γέννημα ἔχει ἀεὶ σὺν αὐτῷ ; ᾿ἵνα γνωσθῶσιν ὅτι ὅλως περὶ Θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ περιεργάζονται καὶ σοφίζεσθαι τολμῶσι. Τίς γὰρ ἀνέξεται λεγόντων αὐτῶν ἄλογόν ποτε τὸν Θεόν ; πάλιν γὰρ εἰς ταὐτὸν τοῖς προτέροις περιπεπτώκασι, καίτοι φεύγειν αὐτὸ καὶ σκέπειν σπουδάσαντες τοῖς ἑαυτῶν σοφίσμασιν· ἀλλʼ οὐ δεδύνηνται. Οὐδεὶς γὰρ ὅλως κἂν ἀκοῦσαι θελήσειεν ἀμφιβαλλόντων αὐτῶν, ὅτι ὁ Θεὸς οὐκ ἦν ἀεὶ Πατὴρ, ἀλλʼ ὕστερον γέγονεν, ἵνα καὶ φαντασθῶσιν ὅτι καὶ ὁ Λόγος αὐτοῦ ποτε οὐκ ἦν, πολλῶν ὄντων τῶν προειρημένων κατʼ αὐτῶν ἐλέγχων, καὶ τοῦ μὲν Ἰωάννου λέγοντος, ‘ἦν ὁ Λόγος,᾿ τοῦ δὲ Παύλου γράφοντος πάλιν, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης,᾿ καὶ, ‘ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. ʼ